Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.189 Joseph. AJ 8.194 (English) >>Joseph. AJ 8.199

8.192τοὺς δʼ ἐκείνων ἤρξατο θρησκεύειν θεοὺς ταῖς γυναιξὶ καὶ τῷ πρὸς αὐτὰς ἔρωτι χαριζόμενος, τοῦτʼ αὐτὸ ὑπιδομένου τοῦ νομοθέτου προειπόντος μὴ γαμεῖν τὰς ἀλλοτριοχώρους, ἵνα μὴ τοῖς ξένοις ἐπιπλακέντες ἔθεσι τῶν πατρίων ἀποστῶσι, μηδὲ τοὺς ἐκείνων σέβωνται θεοὺς παρέντες τιμᾶν τὸν ἴδιον. 8.193ἀλλὰ τούτων μὲν κατημέλησεν ὑπενεχθεὶς εἰς ἡδονὴν ἀλόγιστον Σολόμων, ἀγαγόμενος δὲ γυναῖκας ἀρχόντων καὶ διασήμων θυγατέρας ἑπτακοσίας τὸν ἀριθμὸν καὶ παλλακὰς τριακοσίας, πρὸς δὲ ταύταις καὶ τὴν τοῦ βασιλέως τῶν Αἰγυπτίων θυγατέρα, εὐθὺς μὲν ἐκρατεῖτο πρὸς αὐτῶν, ὥστε μιμεῖσθαι τὰ παρʼ ἐκείναις, καὶ τῆς εὐνοίας καὶ φιλοστοργίας ἠναγκάζετο παρέχειν αὐταῖς δεῖγμα τὸ βιοῦν ὡς αὐταῖς πάτριον ἦν· 8.194προβαινούσης δὲ τῆς ἡλικίας καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχειν πρὸς τὴν μνήμην τῶν ἐπιχωρίων ἐπιτηδευμάτων ἔτι μᾶλλον τοῦ μὲν ἰδίου θεοῦ κατωλιγώρησε, τοὺς δὲ τῶν γάμων τῶν ἐπεισάκτων τιμῶν διετέλει. 8.195καὶ πρὸ τούτων δὲ ἁμαρτεῖν αὐτὸν ἔτυχε καὶ σφαλῆναι περὶ τὴν φυλακὴν τῶν νομίμων, ὅτε τὰ τῶν χαλκῶν βοῶν ὁμοιώματα κατεσκεύασε τῶν ὑπὸ τῇ θαλάττῃ τῷ ἀναθήματι καὶ τῶν λεόντων τῶν περὶ τὸν θρόνον τὸν ἴδιον· οὐδὲ γὰρ ταῦτα ποιεῖν ὅσιον εἰργάσατο. 8.196κάλλιστον δʼ ἔχων καὶ οἰκεῖον παράδειγμα τῆς ἀρετῆς τὸν πατέρα καὶ τὴν ἐκείνου δόξαν, ἣν αὐτῷ συνέβη καταλιπεῖν διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, οὐ μιμησάμενος αὐτὸν καὶ ταῦτα δὶς αὐτῷ τοῦ θεοῦ κατὰ τοὺς ὕπνους φανέντος καὶ τὸν πατέρα μιμεῖσθαι παραινέσαντος ἀκλεῶς ἀπέθανεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.189 Joseph. AJ 8.194 (English) >>Joseph. AJ 8.199

Powered by PhiloLogic